| Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ | |
| εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ | |
| Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν | |
| μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν | |
| μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς | |
| ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι | |
| τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει | |
| Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει | |
| ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται Οὐ φιμώσεις βοῦν ἀλοῶντα μὴ τῶν βοῶν μέλει τῷ θεῷ | |
| ἢ δι' ἡμᾶς πάντως λέγει δι' ἡμᾶς γὰρ ἐγράφη ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι | |
| εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν | |
| εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν οὐ μᾶλλον ἡμεῖς Ἀλλ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ἀλλὰ πάντα στέγομεν ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ | |
| οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται | |
| οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν | |
| ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ τὸ καύχημά μου ἵνα τις κενώσῃ | |
| ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ εὐαγγελίζωμαι, | |
| εἰ γὰρ ἑκὼν τοῦτο πράσσω μισθὸν ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· | |
| τίς οὖν μοί ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ | |
| Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω· | |
| καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· | |
| τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεῷ ἀλλ' ἔννομος Χριστῷ ἵνα κερδήσω ἀνόμους· | |
| ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα τὰ πάντα ἵνα πάντως τινὰς σώσω | |
| τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι | |
| Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν εἷς δὲ λαμβάνει τὸ βραβεῖον οὕτως τρέχετε ἵνα καταλάβητε | |
| πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ἡμεῖς δὲ ἄφθαρτον | |
| ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· | |
| ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μήπως, ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι |