| Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; | |
| οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; | |
| οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν μήτι γε βιωτικά; | |
| βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε | |
| πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως οὐκ ἐστὶν ἐν ὑμῖν σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; | |
| ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπὶ ἀπίστων | |
| ἤδη μὲν οὖν ὅλως ἥττημα ἐν ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διατί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; | |
| ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ ταῦτα ἀδελφούς | |
| ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται | |
| οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν | |
| καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν | |
| Πάντα μοι ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα μοι ἔξεστιν ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος | |
| τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ καὶ ὁ κύριος τῷ σώματι· | |
| ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ | |
| οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο | |
| ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ φησίν οἱ δύο εἰς σάρκα μίαν | |
| ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν | |
| φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει | |
| ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν οὗ ἔχετε ἀπὸ θεοῦ καὶ οὐκ ἐστὲ ἑαυτῶν; | |
| ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστιν τοῦ Θεοῦ |