| Περὶ δὲ τῶν πνευματικῶν ἀδελφοί οὐ θέλω ὑμᾶς ἀγνοεῖν | |
| Οἴδατε ὅτι ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι | |
| διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν, καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ | |
| Διαιρέσεις δὲ χαρισμάτων εἰσίν τὸ δὲ αὐτὸ πνεῦμα· | |
| καὶ διαιρέσεις διακονιῶν εἰσιν καὶ ὁ αὐτὸς κύριος· | |
| καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτὸς ἐστίν θεός ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν | |
| ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον | |
| ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα | |
| ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι | |
| ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων ἄλλῳ δὲ προφητεία ἄλλῳ δὲ διακρίσεις πνευμάτων ἑτέρῳ δὲ γένη γλωσσῶν ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν· | |
| πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται | |
| Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ἔχει πολλὰ πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα ἕν ἐστιν σῶμα οὕτως καὶ ὁ Χριστός· | |
| καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι καὶ πάντες εἰς ἓν πνεῦμα ἐποτίσθημεν | |
| καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά | |
| ἐὰν εἴπῃ ὁ πούς Ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος | |
| καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ τοῦ σώματος οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· | |
| εἰ ὅλον τὸ σῶμα ὀφθαλμός ποῦ ἡ ἀκοή εἰ ὅλον ἀκοή ποῦ ἡ ὄσφρησις | |
| νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν | |
| εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος ποῦ τὸ σῶμα | |
| νῦν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σῶμα | |
| οὐ δύναται δὲ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί Χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν Χρείαν ὑμῶν οὐκ ἔχω· | |
| ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν | |
| καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει | |
| τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει ἀλλ' ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουντι περισσοτέραν δοὺς τιμήν | |
| ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη | |
| καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη | |
| Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους | |
| καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις εἶτα χαρίσματα ἰαμάτων ἀντιλήψεις, κυβερνήσεις γένη γλωσσῶν | |
| μὴ πάντες ἀπόστολοι μὴ πάντες προφῆται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις | |
| μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλοῦσιν μὴ πάντες διερμηνεύουσιν | |
| ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι |