| Καὶ ἐγώ, ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκικοῖς ὡς νηπίοις ἐν Χριστῷ | |
| γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα οὔπω γὰρ ἠδύνασθε ἀλλ' οὖτε ἔτι νῦν δύνασθε | |
| ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε | |
| ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ Ἐγὼ Ἀπολλῶ οὐχὶ σαρκικοί ἐστε | |
| τίς οὖν ἐστιν Παῦλος τίς δέ Ἀπολλῶς ἀλλ' ἢ διάκονοι δι' ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν | |
| ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλ' ὁ θεὸς ηὔξανεν· | |
| ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ' ὁ αὐξάνων θεός | |
| ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· | |
| θεοῦ γάρ ἐσμεν συνεργοί θεοῦ γεώργιον θεοῦ οἰκοδομή ἐστε | |
| Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ | |
| θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός | |
| εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην | |
| ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει | |
| εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπωκοδόμησεν μισθὸν λήψεται | |
| εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός | |
| οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν | |
| εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς | |
| Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός | |
| ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν γέγραπται γάρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· | |
| καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι | |
| ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν | |
| εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν, | |
| ὑμεῖς δὲ Χριστοῦ Χριστὸς δὲ θεοῦ |