| μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. | |
| ἦσαν ὁμοῦ σίμων πέτρος καὶ θωμᾶς ὁ λεγόμενος δίδυμος καὶ ναθαναὴλ ὁ ἀπὸ κανὰ τῆς γαλιλαίας καὶ οἱ τοῦ ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. | |
| λέγει αὐτοῖς σίμων πέτρος, ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῶ, ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. | |
| πρωΐας δὲ ἤδη γενομένης ἔστη ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ἰησοῦς ἐστιν. | |
| λέγει οὗν αὐτοῖς [ὁ] ἰησοῦς, παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῶ, οὔ. | |
| ὁ δὲ εἶπεν αὐτοῖς, βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὗν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. | |
| λέγει οὗν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ἰησοῦς τῶ πέτρῳ, ὁ κύριός ἐστιν. σίμων οὗν πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· | |
| οἱ δὲ ἄλλοι μαθηταὶ τῶ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. | |
| ὡς οὗν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. | |
| λέγει αὐτοῖς ὁ ἰησοῦς, ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. | |
| ἀνέβη οὗν σίμων πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. | |
| λέγει αὐτοῖς ὁ ἰησοῦς, δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. | |
| ἔρχεται ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. | |
| τοῦτο ἤδη τρίτον ἐφανερώθη ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν. | |
| ὅτε οὗν ἠρίστησαν λέγει τῶ σίμωνι πέτρῳ ὁ ἰησοῦς, σίμων ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῶ, ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῶ, βόσκε τὰ ἀρνία μου. | |
| λέγει αὐτῶ πάλιν δεύτερον, σίμων ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῶ, ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῶ, ποίμαινε τὰ πρόβατά μου. | |
| λέγει αὐτῶ τὸ τρίτον, σίμων ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ πέτρος ὅτι εἶπεν αὐτῶ τὸ τρίτον, φιλεῖς με; καὶ λέγει αὐτῶ, κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῶ [ὁ ἰησοῦς], βόσκε τὰ πρόβατά μου. | |
| ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. | |
| τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῶ, ἀκολούθει μοι. | |
| ἐπιστραφεὶς ὁ πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῶ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; | |
| τοῦτον οὗν ἰδὼν ὁ πέτρος λέγει τῶ ἰησοῦ, κύριε, οὖτος δὲ τί; | |
| λέγει αὐτῶ ὁ ἰησοῦς, ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. | |
| ἐξῆλθεν οὗν οὖτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. οὐκ εἶπεν δὲ αὐτῶ ὁ ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ᾽, ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι [, τί πρὸς σέ]; | |
| οὖτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν. | |
| ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, οὐδ᾽ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. |