| ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. | |
| οὖτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. | |
| πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν | |
| ἐν αὐτῶ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· | |
| καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. | |
| ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῶ ἰωάννης· | |
| οὖτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ. | |
| οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. | |
| ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. | |
| ἐν τῶ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. | |
| εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. | |
| ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, | |
| οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν. | |
| καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. | |
| ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, οὖτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | |
| ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· | |
| ὅτι ὁ νόμος διὰ μωϊσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ἰησοῦ χριστοῦ ἐγένετο. | |
| θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. | |
| καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ ἰουδαῖοι ἐξ ἱεροσολύμων ἱερεῖς καὶ λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, σὺ τίς εἶ; | |
| καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός. | |
| καὶ ἠρώτησαν αὐτόν, τί οὗν; σύ ἠλίας εἶ; καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. | |
| εἶπαν οὗν αὐτῶ, τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; | |
| ἔφη, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν ἠσαΐας ὁ προφήτης. | |
| καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων. | |
| καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῶ, τί οὗν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ ἠλίας οὐδὲ ὁ προφήτης; | |
| ἀπεκρίθη αὐτοῖς ὁ ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, | |
| ὁ ὀπίσω μου ἐρχόμενος, οὖ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. | |
| ταῦτα ἐν βηθανίᾳ ἐγένετο πέραν τοῦ ἰορδάνου, ὅπου ἦν ὁ ἰωάννης βαπτίζων. | |
| τῇ ἐπαύριον βλέπει τὸν ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. | |
| οὖτός ἐστιν ὑπὲρ οὖ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | |
| κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῶ ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. | |
| καὶ ἐμαρτύρησεν ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· | |
| κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὖτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. | |
| κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὖτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. | |
| τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, | |
| καὶ ἐμβλέψας τῶ ἰησοῦ περιπατοῦντι λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. | |
| καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῶ ἰησοῦ. | |
| στραφεὶς δὲ ὁ ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῶ, ῥαββί ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις; | |
| λέγει αὐτοῖς, ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὗν καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῶ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. | |
| ἦν ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ἰωάννου καὶ ἀκολουθησάντων αὐτῶ· | |
| εὑρίσκει οὖτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον σίμωνα καὶ λέγει αὐτῶ, εὑρήκαμεν τὸν μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον χριστός· | |
| ἤγαγεν αὐτὸν πρὸς τὸν ἰησοῦν. ἐμβλέψας αὐτῶ ὁ ἰησοῦς εἶπεν, σὺ εἶ σίμων ὁ υἱὸς ἰωάννου· σὺ κληθήσῃ κηφᾶς ὃ ἑρμηνεύεται πέτρος. | |
| τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν γαλιλαίαν, καὶ εὑρίσκει φίλιππον. καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ἀκολούθει μοι. | |
| ἦν δὲ ὁ φίλιππος ἀπὸ βηθσαϊδά, ἐκ τῆς πόλεως ἀνδρέου καὶ πέτρου. | |
| εὑρίσκει φίλιππος τὸν ναθαναὴλ καὶ λέγει αὐτῶ, ὃν ἔγραψεν μωϊσῆς ἐν τῶ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ἰησοῦν υἱὸν τοῦ ἰωσὴφ τὸν ἀπὸ ναζαρέτ. | |
| καὶ εἶπεν αὐτῶ ναθαναήλ, ἐκ ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῶ [ὁ] φίλιππος, ἔρχου καὶ ἴδε. | |
| εἶδεν ὁ ἰησοῦς τὸν ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ἴδε ἀληθῶς ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. | |
| λέγει αὐτῶ ναθαναήλ, πόθεν με γινώσκεις; ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, πρὸ τοῦ σε φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. | |
| ἀπεκρίθη αὐτῶ ναθαναήλ, ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ἰσραήλ. | |
| ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. | |
| καὶ λέγει αὐτῶ, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. |