| ταῦτα εἰπὼν ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. | |
| ᾔδει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. | |
| ὁ οὗν ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. | |
| ἰησοῦς οὗν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς, τίνα ζητεῖτε; | |
| ἀπεκρίθησαν αὐτῶ, ἰησοῦν τὸν ναζωραῖον. λέγει αὐτοῖς, ἐγώ εἰμι. εἱστήκει δὲ καὶ ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν. | |
| ὡς οὗν εἶπεν αὐτοῖς, ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. | |
| πάλιν οὗν ἐπηρώτησεν αὐτούς, τίνα ζητεῖτε; οἱ δὲ εἶπαν, ἰησοῦν τὸν ναζωραῖον. | |
| ἀπεκρίθη ἰησοῦς, εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὗν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· | |
| ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. | |
| σίμων οὗν πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῶ δούλῳ μάλχος. | |
| εἶπεν οὗν ὁ ἰησοῦς τῶ πέτρῳ, βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; | |
| ἡ οὗν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ἰουδαίων συνέλαβον τὸν ἰησοῦν καὶ ἔδησαν αὐτὸν | |
| καὶ ἤγαγον πρὸς ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· | |
| ἦν δὲ καϊάφας ὁ συμβουλεύσας τοῖς ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. | |
| ἠκολούθει δὲ τῶ ἰησοῦ σίμων πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῶ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῶ ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, | |
| ὁ δὲ πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὗν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῶ καὶ εἰσήγαγεν τὸν πέτρον. | |
| λέγει οὗν τῶ πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος, οὐκ εἰμί. | |
| εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. | |
| ὁ οὗν ἀρχιερεὺς ἠρώτησεν τὸν ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. | |
| ἀπεκρίθη αὐτῶ ἰησοῦς, ἐγὼ παρρησίᾳ λελάληκα τῶ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῶ ἱερῶ, ὅπου πάντες οἱ ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῶ ἐλάλησα οὐδέν. | |
| τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὖτοι οἴδασιν ἃ εἶπον ἐγώ. | |
| ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῶ ἰησοῦ εἰπών, οὕτως ἀποκρίνῃ τῶ ἀρχιερεῖ; | |
| ἀπεκρίθη αὐτῶ ἰησοῦς, εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; | |
| ἀπέστειλεν οὗν αὐτὸν ὁ ἅννας δεδεμένον πρὸς καϊάφαν τὸν ἀρχιερέα. | |
| ἦν δὲ σίμων πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὗν αὐτῶ, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, οὐκ εἰμί. | |
| λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὖ ἀπέκοψεν πέτρος τὸ ὠτίον, οὐκ ἐγώ σε εἶδον ἐν τῶ κήπῳ μετ᾽ αὐτοῦ; | |
| πάλιν οὗν ἠρνήσατο πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. | |
| ἄγουσιν οὗν τὸν ἰησοῦν ἀπὸ τοῦ καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα. | |
| ἐξῆλθεν οὗν ὁ πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, τίνα κατηγορίαν φέρετε [κατὰ] τοῦ ἀνθρώπου τούτου; | |
| ἀπεκρίθησαν καὶ εἶπαν αὐτῶ, εἰ μὴ ἦν οὖτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. | |
| εἶπεν οὗν αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῶ οἱ ἰουδαῖοι, ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· | |
| ἵνα ὁ λόγος τοῦ ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. | |
| εἰσῆλθεν οὗν πάλιν εἰς τὸ πραιτώριον ὁ πιλᾶτος καὶ ἐφώνησεν τὸν ἰησοῦν καὶ εἶπεν αὐτῶ, σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων; | |
| ἀπεκρίθη ἰησοῦς, ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ; | |
| ἀπεκρίθη ὁ πιλᾶτος, μήτι ἐγὼ ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; | |
| ἀπεκρίθη ἰησοῦς, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο [ἄν], ἵνα μὴ παραδοθῶ τοῖς ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. | |
| εἶπεν οὗν αὐτῶ ὁ πιλᾶτος, οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ ἰησοῦς, σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. | |
| λέγει αὐτῶ ὁ πιλᾶτος, τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς ἰουδαίους, καὶ λέγει αὐτοῖς, ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῶ αἰτίαν. | |
| ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῶ πάσχα· βούλεσθε οὗν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων; | |
| ἐκραύγασαν οὗν πάλιν λέγοντες, μὴ τοῦτον ἀλλὰ τὸν βαραββᾶν. ἦν δὲ ὁ βαραββᾶς λῃστής. |