| Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγεν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον | |
| ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι | |
| ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις | |
| ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ | |
| οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ' ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε | |
| Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν· | |
| καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις | |
| ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον | |
| ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ | |
| εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ | |
| ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ | |
| ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς | |
| Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν | |
| εἶπεν πρὸς αὐτούς Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ' αὐτοῦ | |
| ἀλλ' οὐδὲ Ἡρῴδης ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· | |
| παιδεύσας οὖν αὐτὸν ἀπολύσω | |
| ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα | |
| ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες Αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν· | |
| ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς φυλακήν | |
| πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησεν θέλων ἀπολῦσαι τὸν Ἰησοῦν | |
| οἱ δὲ ἐπεφώνουν λέγοντες Σταύρωσον, σταύρωσον αὐτόν | |
| ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς Τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω | |
| οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀῥχιερέων | |
| ὁ δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· | |
| ἀπέλυσεν δὲ αὐτοῖς τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν | |
| Καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνος τινος Κυρηναίου τοῦ ἐρχόμενου ἀπ' ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ | |
| Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν | |
| στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν Θυγατέρες Ἰερουσαλήμ μὴ κλαίετε ἐπ' ἐμέ· πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν | |
| ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἱ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθήλασαν | |
| τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν Πέσετε ἐφ' ἡμᾶς καὶ τοῖς βουνοῖς Καλύψατε ἡμᾶς· | |
| ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν ἐν τῷ ξηρῷ τί γένηται | |
| Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι | |
| καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν | |
| ὁ δὲ Ἰησοῦς ἔλεγεν Πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον | |
| καὶ εἱστήκει ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες Ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ τοῦ θεοῦ ἐκλεκτός | |
| ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ | |
| καὶ λέγοντες Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν | |
| ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ' αὐτῷ γράμμασιν Ἑλληνικοῖς, καὶ Ρωμαικοῖς καὶ Ἑβραικοῖς, οὗτος ἐστὶν Ὁ βασιλεὺς τῶν Ἰουδαίων | |
| Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὖτὸν λέγων, Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς | |
| ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων, Οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ | |
| καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν | |
| καὶ ἔλεγεν τᾠ Ἰησοῦ μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἕν τῃ βασιλείᾳ σου | |
| καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ἀμήν λέγω σοι σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ | |
| ἦν δὲ ὡσεὶ ὥρα ἕκτη Καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης | |
| καὶ ἐσκοτίσθη ὁ ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον | |
| καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν Πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν | |
| Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν | |
| καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωροῦντες τὰ γενόμενα τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον | |
| εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα | |
| Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων ἀνὴρ ἀγαθὸς καὶ δίκαιος | |
| οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ | |
| οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ | |
| καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος | |
| καὶ ἡμέρα ἦν παρασκευή καὶ σάββατον ἐπέφωσκεν | |
| Κατακολουθήσασαι δὲ καὶ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ | |
| ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν |