| Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ | |
| καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν πλούσιος· | |
| καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν | |
| καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν, ἵνα ἴδῃ αὐτόν ὅτι δι' ἐκείνης ἤμελλεν διέρχεσθαι | |
| καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν· καὶ εἶπεν πρὸς αὐτόν, Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι | |
| καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων | |
| καὶ ἰδόντες ἅπαντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι | |
| σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου κύριε δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν | |
| εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· | |
| ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός | |
| Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι | |
| εἶπεν οὖν Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι | |
| καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς Πραγματεύσασθε ἕως ἔρχομαι | |
| οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς | |
| Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον ἵνα γνῷ τίς τί διεπραγματεύσατο | |
| παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς | |
| καὶ εἶπεν αὐτῷ Εὖ, ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων | |
| καὶ ἦλθεν ὁ δεύτερος λέγων, Κύριε Ἡ μνᾶ σου ἐποίησεν πέντε μνᾶς | |
| εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων | |
| καὶ ἕτερος ἦλθεν λέγων, Κύριε ἰδού, ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· | |
| ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας | |
| λέγει δὲ αὐτῷ Ἐκ τοῦ στόματός σου κρινῶ σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα | |
| καὶ διατί οὐκ ἔδωκάς τὸ ἀργύριον μου ἐπὶ τὴν τράπεζαν καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτὸ | |
| καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι | |
| καὶ εἶπον αὐτῷ Κύριε ἔχει δέκα μνᾶς | |
| λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ | |
| πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου | |
| Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα | |
| Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ, | |
| εἰπὼν, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν λύσαντες αὐτὸν ἀγάγετε | |
| καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ Διατί λύετε οὕτως ἐρεῖτε αὐτῷ, ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει | |
| ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς | |
| λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς Τί λύετε τὸν πῶλον | |
| οἱ δὲ εἶπον Ὁ κύριος αὐτοῦ χρείαν ἔχει | |
| καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν | |
| πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ | |
| Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων | |
| λέγοντες Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις | |
| καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν Διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου | |
| καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται | |
| Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτή, | |
| λέγων ὅτι Εἰ ἔγνως καὶ σὺ καὶ γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· | |
| ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν | |
| καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν ἐν σοί λίθον ἐπὶ λίθῳ· ἀνθ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου | |
| Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ Καὶ ἀγοράζοντας, | |
| λέγων αὐτοῖς, Γέγραπται ὁ οἰκός μου οἰκος προσευχῆς ἐστίν, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν | |
| Καὶ ἦν διδάσκων τὸ καθ' ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ | |
| καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων |