| Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς Ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα οὐαὶ δὲ δι' οὗ ἔρχεται· | |
| λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων | |
| προσέχετε ἑαυτοῖς ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ | |
| καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτη εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ ἐπὶ σὲ λέγων, Μετανοῶ ἀφήσεις αὐτῷ | |
| Καὶ εἶπον οἱ ἀπόστολοι τῷ κυρίῳ Πρόσθες ἡμῖν πίστιν | |
| εἶπεν δὲ ὁ κύριος Εἰ εἴχετε πίστιν ὡς κόκκον σινάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν | |
| Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ Εὐθέως παρελθὼν ἀνάπεσαι· | |
| ἀλλ' οὐχὶ ἐρεῖ αὐτῷ Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ | |
| μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα αὐτῷ οὐ δοκῶ | |
| οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν | |
| Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας | |
| καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες οἳ ἔστησαν πόρρωθεν | |
| καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες Ἰησοῦ ἐπιστάτα ἐλέησον ἡμᾶς | |
| καὶ ἰδὼν εἶπεν αὐτοῖς Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν | |
| εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν | |
| καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης | |
| ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν οἱ δὲ ἐννέα ποῦ | |
| οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος | |
| καὶ εἶπεν αὐτῷ Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε | |
| Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως | |
| οὐδὲ ἐροῦσιν Ἰδού, ὧδε ἤ ἰδού, Ἐκεῖ Ἰδού, γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν | |
| Εἶπεν δὲ πρὸς τοὺς μαθητάς Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε | |
| καὶ ἐροῦσιν ὑμῖν Ἰδού, ὧδε· ἤ Ἶδοὺ ἐκεῖ μὴ ἆπέλθητε μηδὲ διώξητε | |
| ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ' οὐρανὸν εἰς τὴν ὑπ' οὐρανὸν λάμπει οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ | |
| πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης | |
| καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· | |
| ἤσθιον ἔπινον ἐγάμουν ἐξεγαμίζοντο ἄχρι ἡς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας | |
| ὁμοίως καὶ ὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον ἔπινον ἠγόραζον ἐπώλουν ἐφύτευον ᾠκοδόμουν· | |
| ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ' οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας· | |
| κατὰ ταὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται | |
| ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ μὴ καταβάτω ἆραι αὐτά καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω | |
| μνημονεύετε τῆς γυναικὸς Λώτ | |
| ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν ζῳογονήσει αὐτήν· | |
| λέγω ὑμῖν ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς ὁ εἷς παραληφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται· | |
| δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό μία παραληφθήσεται, καὶ ἡ ἑτέρα ἀφεθήσεται | |
| --- | |
| καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ Ποῦ κύριε ὁ δὲ εἶπεν αὐτοῖς Ὅπου τὸ σῶμα ἐκεῖ συναχθήσονται οἱ ἀετοὶ |