| Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοί διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν ὑμῶν· | |
| καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον | |
| Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως | |
| καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν | |
| οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ ὁ δὲ καθ' εἷς ἀλλήλων μέλη | |
| ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως | |
| εἴτε διακονίαν ἐν τῇ διακονίᾳ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ | |
| εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει· ὁ μεταδιδοὺς ἐν ἁπλότητι ὁ προϊστάμενος ἐν σπουδῇ ὁ ἐλεῶν ἐν ἱλαρότητι | |
| Ἡ ἀγάπη ἀνυπόκριτος ἀποστυγοῦντες τὸ πονηρόν κολλώμενοι τῷ ἀγαθῷ | |
| τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι τῇ τιμῇ ἀλλήλους προηγούμενοι | |
| τῇ σπουδῇ μὴ ὀκνηροί τῷ πνεύματι ζέοντες τῷ καιρῷ δουλεύοντες | |
| τῇ ἐλπίδι χαίροντες τῇ θλίψει ὑπομένοντες τῇ προσευχῇ προσκαρτεροῦντες | |
| ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες τὴν φιλοξενίαν διώκοντες | |
| εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε | |
| χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων | |
| τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς | |
| μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων· | |
| εἰ δυνατόν τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες· | |
| μὴ ἑαυτοὺς ἐκδικοῦντες ἀγαπητοί ἀλλὰ δότε τόπον τῇ ὀργῇ γέγραπται γάρ Ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω λέγει κύριος | |
| ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτόν· ἐὰν διψᾷ πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ | |
| μὴ νικῶ ὑπὸ τοῦ κακοῦ ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν |