| Ἀδελφοί ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν | |
| μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν· | |
| ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· | |
| τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι | |
| Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς | |
| ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ' ἔστιν Χριστὸν καταγαγεῖν· | |
| ἤ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ' ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν | |
| ἀλλὰ τί λέγει Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ' ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν | |
| ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ· | |
| καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν | |
| λέγει γὰρ ἡ γραφή Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται | |
| οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος ὁ γὰρ αὐτὸς κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· | |
| Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται | |
| Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος | |
| πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς γέγραπται Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά | |
| Ἀλλ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν | |
| ἄρα ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ | |
| ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν | |
| ἀλλὰ λέγω μὴ οὐκ ἔγνω Ἰσραὴλ πρῶτος Μωσῆς λέγει Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς | |
| Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν | |
| πρὸς δὲ τὸν Ἰσραὴλ λέγει Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα |