| Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς | |
| καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββί τίς ἥμαρτεν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ | |
| ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ | |
| ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι | |
| ὅταν ἐν τῷ κόσμῳ ὦ φῶς εἰμι τοῦ κόσμου | |
| ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, | |
| καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων | |
| Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν | |
| ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν ἄλλοι δὲ, ὅτι ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι | |
| ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί | |
| ἀπεκρίθη ἐκεῖνος καὶ εἶπέν ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπεν, μοι Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα | |
| εἶπον οὖν αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος λέγει Οὐκ οἶδα | |
| Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν | |
| ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς | |
| πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς μου καὶ ἐνιψάμην καὶ βλέπω | |
| ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὗτος ὁ ἄνθρωπος Οὐκ ἔστιν παρὰ τοῦ θεοῦ ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς | |
| λέγουσιν τῷ τυφλῷ πάλιν σὺ Τί λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξεν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν | |
| Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος | |
| καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη πῶς οὖν ἄρτι βλέπει | |
| ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· | |
| πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε αὐτὸς περὶ αὐτοῦ λαλήσει | |
| ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν ἀποσυνάγωγος γένηται | |
| διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον, ὅτι Ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε | |
| Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν | |
| ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω | |
| εἶπον δὲ αὐτῷ πάλιν, Τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς | |
| ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι | |
| ἐλοιδόρησαν οὖν αὐτὸν καὶ εἶπον Σὺ εἶ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί· | |
| ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν ὁ θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν | |
| ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἀνέῳξεν μου τοὺς ὀφθαλμούς | |
| οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει | |
| ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξεν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· | |
| εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν | |
| ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω | |
| Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ | |
| ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν | |
| εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν | |
| ὁ δὲ ἔφη Πιστεύω κύριε· καὶ προσεκύνησεν αὐτῷ | |
| καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται | |
| καὶ Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ' αὐτοῦ καὶ εἶπον αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν | |
| εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν ἡ οὖν ἁμαρτία ὑμῶν μένει |