| Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν ὅπου ἦν Λάζαρος Ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν | |
| ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ καὶ ἡ Μάρθα διηκόνει ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ | |
| ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου | |
| λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης ὁ μέλλων αὐτὸν παραδιδόναι | |
| Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς | |
| εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ' ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχέν καὶ τὰ βαλλόμενα ἐβάσταζεν | |
| εἶπεν οὖν ὁ Ἰησοῦς Ἄφες αὐτήν εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετηρήκεν αὐτό· | |
| τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε | |
| Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν | |
| ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν | |
| ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν | |
| Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα | |
| ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἔκραζον, Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου ὁ βασιλεὺς τοῦ Ἰσραήλ | |
| εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό καθώς ἐστιν γεγραμμένον | |
| Μὴ φοβοῦ θύγατερ Σιών· ἰδού, ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου | |
| ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ | |
| ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν | |
| διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσεν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον | |
| οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν | |
| Ἦσαν δὲ τινες Ἕλληνές ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· | |
| οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες Κύριε θέλομεν τὸν Ἰησοῦν ἰδεῖν | |
| ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσιν τῷ Ἰησοῦ | |
| ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου | |
| ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ πολὺν καρπὸν φέρει | |
| ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν | |
| ἐὰν ἐμοί διακονῇ τις ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ | |
| Νῦν ἡ ψυχή μου τετάρακται καὶ τί εἴπω Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην | |
| πάτερ δόξασόν σου τὸ ὄνομα ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω | |
| ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι ἄλλοι ἔλεγον Ἄγγελος αὐτῷ λελάληκεν | |
| ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν Οὐ δι' ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν ἀλλὰ δι' ὑμᾶς | |
| νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· | |
| κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας ἑλκύσω πρὸς ἐμαυτόν | |
| τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν | |
| ἀπεκρίθη αὐτῷ ὁ ὄχλος Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου | |
| εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ'' ὑμῶν ἐστιν περιπατεῖτε ἕως τὸ φῶς ἔχετε ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει | |
| ἕως τὸ φῶς ἔχετε πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν | |
| Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν | |
| ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη | |
| διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας | |
| Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστραφῶσιν καὶ ἰάσωμαι αὐτούς | |
| ταῦτα εἶπεν Ἠσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ | |
| ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· | |
| ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ | |
| Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ' εἰς τὸν πέμψαντά με | |
| καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με | |
| ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ | |
| καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ' ἵνα σώσω τὸν κόσμον | |
| ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ | |
| ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκεν τί εἴπω καὶ τί λαλήσω | |
| καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν ἃ οὖν λαλῶ ἐγὼ καθὼς εἴρηκέν μοι ὁ πατήρ οὕτως λαλῶ |