|
Οὐκ εἰμὶ ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος οὐχὶ Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν ἑώρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ |
|
εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ |
|
Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν |
|
μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν |
|
μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς |
|
ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι |
|
τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει |
|
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει |
|
ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται Οὐ φιμώσεις βοῦν ἀλοῶντα μὴ τῶν βοῶν μέλει τῷ θεῷ |
|
ἢ δι' ἡμᾶς πάντως λέγει δι' ἡμᾶς γὰρ ἐγράφη ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι |
|
εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν |
|
εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν οὐ μᾶλλον ἡμεῖς Ἀλλ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ἀλλὰ πάντα στέγομεν ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ |
|
οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται |
|
οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν |
|
ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ τὸ καύχημά μου ἵνα τις κενώσῃ |
|
ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ εὐαγγελίζωμαι, |
|
εἰ γὰρ ἑκὼν τοῦτο πράσσω μισθὸν ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· |
|
τίς οὖν μοί ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ |
|
Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω· |
|
καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· |
|
τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεῷ ἀλλ' ἔννομος Χριστῷ ἵνα κερδήσω ἀνόμους· |
|
ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα τὰ πάντα ἵνα πάντως τινὰς σώσω |
|
τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι |
|
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν εἷς δὲ λαμβάνει τὸ βραβεῖον οὕτως τρέχετε ἵνα καταλάβητε |
|
πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ἡμεῖς δὲ ἄφθαρτον |
|
ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· |
|
ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μήπως, ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι |