|
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον |
|
καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι |
|
καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελοῦμαι |
|
Ἡ ἀγάπη μακροθυμεῖ χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοῖ ἡ ἀγάπη οὐ περπερεύεται οὐ φυσιοῦται |
|
οὐκ ἀσχημονεῖ οὐ ζητεῖ τὰ ἑαυτῆς οὐ παροξύνεται οὐ λογίζεται τὸ κακόν |
|
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ συγχαίρει δὲ τῇ ἀληθείᾳ· |
|
πάντα στέγει πάντα πιστεύει πάντα ἐλπίζει πάντα ὑπομένει |
|
Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει εἴτε δὲ προφητεῖαι καταργηθήσονται· εἴτε γλῶσσαι παύσονται· εἴτε γνῶσις καταργηθήσεται |
|
ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· |
|
ὅταν δὲ ἔλθῃ τὸ τέλειον τότε τὸ ἐκ μέρους καταργηθήσεται |
|
ὅτε ἤμην νήπιος ὡς νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος· ἐλογιζόμην ὅτε δέ γέγονα ἀνήρ κατήργηκα τὰ τοῦ νηπίου |
|
βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην |
|
νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη |