|
Γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν ὃ καὶ παρελάβετε ἐν ᾧ καὶ ἑστήκατε |
|
δι' οὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε |
|
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς |
|
καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς |
|
καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα· |
|
ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι τινὲς δὲ καὶ ἐκοιμήθησαν· |
|
ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν· |
|
ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί |
|
Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· |
|
χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί |
|
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε |
|
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν |
|
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται· |
|
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν· |
|
εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται |
|
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστὸς ἐγήγερται· |
|
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν |
|
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο |
|
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν |
|
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο |
|
ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν |
|
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται |
|
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός ἔπειτα οἱ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ |
|
εἶτα τὸ τέλος ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν |
|
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἄν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ |
|
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· |
|
πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα |
|
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν |
|
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν |
|
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν |
|
καθ' ἡμέραν ἀποθνῄσκω νὴ τὴν ἡμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν |
|
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται Φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνῄσκομεν |
|
μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρησθ' ὁμιλίαι κακαί |
|
ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν πρὸς ἐντροπὴν ὑμῖν λέγω |
|
ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται |
|
Ἄφρον σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· |
|
καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· |
|
ὁ δὲ θεὸς αὐτῷ δίδωσιν σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα |
|
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν σὰρξ ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ ἰχθύων ἄλλη δὲ πτηνῶν |
|
καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ' ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τῶν ἐπιγείων |
|
ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ |
|
Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ· |
|
σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει· |
|
σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν ἔστιν σῶμα ψυχικόν καὶ ἔστιν σῶμα πνευματικόν |
|
οὕτως καὶ γέγραπται Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν |
|
ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν |
|
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ |
|
οἷος ὁ χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· |
|
καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου |
|
Τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ |
|
ἰδού, μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα |
|
ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα |
|
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν |
|
ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος Κατεπόθη ὁ θάνατος εἰς νῖκος |
|
ποῦ σου θάνατε τὸ κέντρον ποῦ σου ᾅδη, τὸ νῖκος |
|
τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· |
|
τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ |
|
Ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ |