|
Περὶ δὲ ὧν ἐγράψατε μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· |
|
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω |
|
τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί |
|
ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή |
|
μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μὴ τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν |
|
τοῦτο δὲ λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιταγήν |
|
θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ θεοῦ ὅς μὲν οὕτως ὅς δὲ οὕτως |
|
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ· |
|
εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖσσον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι |
|
τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλ' ὁ κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι |
|
ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι |
|
Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ μὴ ἀφιέτω αὐτήν· |
|
καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ αὑτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς μὴ ἀφιέτω αὐτόν |
|
ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν |
|
εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ θεός |
|
τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις ἢ τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις |
|
Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός ἕκαστον ὡς κέκληκεν ὁ κύριος οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι |
|
περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη μὴ περιτεμνέσθω |
|
ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν θεοῦ |
|
ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω |
|
δοῦλος ἐκλήθης μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι |
|
ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως καί ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ |
|
τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων |
|
ἕκαστος ἐν ᾧ ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ τῷ θεῷ |
|
Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι |
|
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι |
|
δέδεσαι γυναικί μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα |
|
ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι |
|
τοῦτο δέ φημι ἀδελφοί ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν |
|
καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες |
|
καὶ οἱ χρώμενοι τῳ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου |
|
θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ· |
|
ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικί |
|
μεμέρισται ἡ γυνὴ καὶ ἡ παρθένος ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῷ ἀνδρί |
|
τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ κυρίῳ ἀπερισπάστως |
|
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν |
|
ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ· |
|
ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ ὁ δὲ μὴ ἑκγαμίζων κρεῖσσον ποιεῖ· |
|
Γυνὴ δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ αὐτῆς ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι μόνον ἐν κυρίῳ |
|
μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν |