| ἦσαν δὲ ἐν ἀντιοχείᾳ κατὰ τὴν οὗσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε βαρναβᾶς καὶ συμεὼν ὁ καλούμενος νίγερ, καὶ λούκιος ὁ κυρηναῖος, μαναήν τε ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ σαῦλος. | |
| λειτουργούντων δὲ αὐτῶν τῶ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι τὸν βαρναβᾶν καὶ σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. | |
| τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν. | |
| αὐτοὶ μὲν οὗν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς κύπρον, | |
| καὶ γενόμενοι ἐν σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ἰουδαίων· εἶχον δὲ καὶ ἰωάννην ὑπηρέτην. | |
| διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι πάφου εὖρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην ἰουδαῖον ᾧ ὄνομα βαριησοῦ, | |
| ὃς ἦν σὺν τῶ ἀνθυπάτῳ σεργίῳ παύλῳ, ἀνδρὶ συνετῶ. οὖτος προσκαλεσάμενος βαρναβᾶν καὶ σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· | |
| ἀνθίστατο δὲ αὐτοῖς ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. | |
| σαῦλος δέ, ὁ καὶ παῦλος, πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν | |
| εἶπεν, ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐθείας; | |
| καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά τε ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. | |
| τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου. | |
| ἀναχθέντες δὲ ἀπὸ τῆς πάφου οἱ περὶ παῦλον ἦλθον εἰς πέργην τῆς παμφυλίας· ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς ἱεροσόλυμα. | |
| αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς πέργης παρεγένοντο εἰς ἀντιόχειαν τὴν πισιδίαν, καὶ [εἰς]ελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. | |
| μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. | |
| ἀναστὰς δὲ παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. | |
| ὁ θεὸς τοῦ λαοῦ τούτου ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, | |
| καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, | |
| καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν | |
| ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως σαμουὴλ [τοῦ] προφήτου. | |
| κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν σαοὺλ υἱὸν κίς, ἄνδρα ἐκ φυλῆς βενιαμίν, ἔτη τεσσεράκοντα. | |
| καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, εὖρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. | |
| τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῶ ἰσραὴλ σωτῆρα ἰησοῦν, | |
| προκηρύξαντος ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῶ λαῶ ἰσραήλ. | |
| ὡς δὲ ἐπλήρου ἰωάννης τὸν δρόμον, ἔλεγεν, τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὖ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. | |
| ἄνδρες ἀδελφοί, υἱοὶ γένους ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. | |
| οἱ γὰρ κατοικοῦντες ἐν ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, | |
| καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο πιλᾶτον ἀναιρεθῆναι αὐτόν· | |
| ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. | |
| ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· | |
| ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῶ ἀπὸ τῆς γαλιλαίας εἰς ἰερουσαλήμ, οἵτινες [νῦν] εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. | |
| καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, | |
| ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις [αὐτῶν] ἡμῖν ἀναστήσας ἰησοῦν, ὡς καὶ ἐν τῶ ψαλμῶ γέγραπται τῶ δευτέρῳ, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. | |
| ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια δαυὶδ τὰ πιστά. | |
| διότι καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. | |
| δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, | |
| ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. | |
| γνωστὸν οὗν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται [, καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ μωϊσέως δικαιωθῆναι | |
| ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. | |
| βλέπετε οὗν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις, | |
| ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν. | |
| ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. | |
| λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῶ παύλῳ καὶ τῶ βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ. | |
| τῶ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου. | |
| ἰδόντες δὲ οἱ ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ παύλου λαλουμένοις βλασφημοῦντες. | |
| παρρησιασάμενοί τε ὁ παῦλος καὶ ὁ βαρναβᾶς εἶπαν, ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. | |
| οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος, τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. | |
| ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· | |
| διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι᾽ ὅλης τῆς χώρας. | |
| οἱ δὲ ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν παῦλον καὶ βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. | |
| οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς ἰκόνιον, | |
| οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου. |