| ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν, | |
| λέγων, κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. | |
| χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. | |
| καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῶ, εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, | |
| διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. | |
| εἶπεν δὲ ὁ κύριος, ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· | |
| ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῶ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ᾽ αὐτοῖς; | |
| λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; | |
| εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· | |
| ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. | |
| ὁ φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὖτος ὁ τελώνης· | |
| νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. | |
| ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, ὁ θεός, ἱλάσθητί μοι τῶ ἁμαρτωλῶ. | |
| λέγω ὑμῖν, κατέβη οὖτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ᾽ ἐκεῖνον· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. | |
| προσέφερον δὲ αὐτῶ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. | |
| ὁ δὲ ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. | |
| ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. | |
| καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; | |
| εἶπεν δὲ αὐτῶ ὁ ἰησοῦς, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. | |
| τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. | |
| ὁ δὲ εἶπεν, ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος. | |
| ἀκούσας δὲ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [τοῖς] οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. | |
| ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. | |
| ἰδὼν δὲ αὐτὸν ὁ ἰησοῦς [περίλυπον γενόμενον] εἶπεν, πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· | |
| εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. | |
| εἶπαν δὲ οἱ ἀκούσαντες, καὶ τίς δύναται σωθῆναι; | |
| ὁ δὲ εἶπεν, τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῶ θεῶ ἐστιν. | |
| εἶπεν δὲ ὁ πέτρος, ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι. | |
| ὁ δὲ εἶπεν αὐτοῖς, ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, | |
| ὃς οὐχὶ μὴ [ἀπο]λάβῃ πολλαπλασίονα ἐν τῶ καιρῶ τούτῳ καὶ ἐν τῶ αἰῶνι τῶ ἐρχομένῳ ζωὴν αἰώνιον. | |
| παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς, ἰδοὺ ἀναβαίνομεν εἰς ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῶ υἱῶ τοῦ ἀνθρώπου· | |
| παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, | |
| καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. | |
| καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. | |
| ἐγένετο δὲ ἐν τῶ ἐγγίζειν αὐτὸν εἰς ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. | |
| ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο· | |
| ἀπήγγειλαν δὲ αὐτῶ ὅτι ἰησοῦς ὁ ναζωραῖος παρέρχεται. | |
| καὶ ἐβόησεν λέγων, ἰησοῦ, υἱὲ δαυίδ, ἐλέησόν με. | |
| καὶ οἱ προάγοντες ἐπετίμων αὐτῶ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῶ μᾶλλον ἔκραζεν, υἱὲ δαυίδ, ἐλέησόν με. | |
| σταθεὶς δὲ ὁ ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, | |
| τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν, κύριε, ἵνα ἀναβλέψω. | |
| καὶ ὁ ἰησοῦς εἶπεν αὐτῶ, ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. | |
| καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῶ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ. |