| καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν γερασηνῶν. | |
| καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθὺς ὑπήντησεν αὐτῶ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, | |
| ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν· καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, | |
| διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι· | |
| καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. | |
| καὶ ἰδὼν τὸν ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτῶ, | |
| καὶ κράξας φωνῇ μεγάλῃ λέγει, τί ἐμοὶ καὶ σοί, ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. | |
| ἔλεγεν γὰρ αὐτῶ, ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. | |
| καὶ ἐπηρώτα αὐτόν, τί ὄνομά σοι; καὶ λέγει αὐτῶ, λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. | |
| καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. | |
| ἦν δὲ ἐκεῖ πρὸς τῶ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· | |
| καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. | |
| καὶ ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. | |
| καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἦλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. | |
| καὶ ἔρχονται πρὸς τὸν ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγιῶνα, καὶ ἐφοβήθησαν. | |
| καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῶ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. | |
| καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. | |
| καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ. | |
| καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῶ, ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε. | |
| καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ δεκαπόλει ὅσα ἐποίησεν αὐτῶ ὁ ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. | |
| καὶ διαπεράσαντος τοῦ ἰησοῦ [ἐν τῶ πλοίῳ] πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. | |
| καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ | |
| καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς τὰς χεῖρας αὐτῇ ἵνα σωθῇ καὶ ζήσῃ. | |
| καὶ ἀπῆλθεν μετ᾽ αὐτοῦ. καὶ ἠκολούθει αὐτῶ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. | |
| καὶ γυνὴ οὗσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη | |
| καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, | |
| ἀκούσασα περὶ τοῦ ἰησοῦ, ἐλθοῦσα ἐν τῶ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· | |
| ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. | |
| καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῶ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. | |
| καὶ εὐθὺς ὁ ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῶ ὄχλῳ ἔλεγεν, τίς μου ἥψατο τῶν ἱματίων; | |
| καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ, βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, τίς μου ἥψατο; | |
| καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. | |
| ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πᾶσαν τὴν ἀλήθειαν. | |
| ὁ δὲ εἶπεν αὐτῇ, θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. | |
| ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; | |
| ὁ δὲ ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῶ ἀρχισυναγώγῳ, μὴ φοβοῦ, μόνον πίστευε. | |
| καὶ οὐκ ἀφῆκεν οὐδένα μετ᾽ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν ἰακώβου. | |
| καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, | |
| καὶ εἰσελθὼν λέγει αὐτοῖς, τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. | |
| καὶ κατεγέλων αὐτοῦ. αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον· | |
| καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, ταλιθα κουμ, ὅ ἐστιν μεθερμηνευόμενον τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε. | |
| καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν [εὐθὺς] ἐκστάσει μεγάλῃ. | |
| καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν. |