| Ἡ φιλαδελφία μενέτω | |
| τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους | |
| μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι | |
| Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός | |
| Ἀφιλάργυρος ὁ τρόπος ἀρκούμενοι τοῖς παροῦσιν αὐτὸς γὰρ εἴρηκεν Οὐ μή σε ἀνῶ οὐδ οὐ μή σε ἐγκαταλίπω | |
| ὥστε θαρροῦντας ἡμᾶς λέγειν Κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος | |
| Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν | |
| Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰῶνας | |
| διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ περιφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες | |
| ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες | |
| ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς | |
| διὸ καὶ Ἰησοῦς ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν ἔξω τῆς πύλης ἔπαθεν | |
| τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· | |
| οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν | |
| δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντός τῷ θεῷ τοῦτ' ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ | |
| τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός | |
| Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο | |
| Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι | |
| περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν | |
| Ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τὸν κύριον ἡμῶν Ἰησοῦν | |
| καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν | |
| Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν | |
| Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον μεθ' οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς | |
| Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας | |
| ἡ χάρις μετὰ πάντων ὑμῶν ἀμήν πρός Ἑβραίους ἐγράφη ἀπό τῆς Ἰταλίας διά Τιμοθέου |