| Τὸ λοιπὸν προσεύχεσθε ἀδελφοί περὶ ἡμῶν ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς | |
| καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις | |
| πιστὸς δέ ἐστιν ὁ κύριος ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ | |
| πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ' ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε | |
| Ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς ὑπομονὴν τοῦ Χριστοῦ | |
| Παραγγέλλομεν δὲ ὑμῖν ἀδελφοί ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβεν παρ' ἡμῶν | |
| αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν | |
| οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· | |
| οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς | |
| καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω | |
| ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους· | |
| τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστου, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν | |
| Ὑμεῖς δέ ἀδελφοί μὴ ἐκκακήσητε καλοποιοῦντες | |
| εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε καὶ μὴ συναναμίγνυσθε αὐτῷ ἵνα ἐντραπῇ· | |
| καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν | |
| Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ ὁ κύριος μετὰ πάντων ὑμῶν | |
| Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω | |
| ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν ἀμήν πρός Θεσσαλονικείς δευτέρᾳ ἐγράφη ἀπό Ἀθηνῶν |