| Λέγω δέ ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν | |
| ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός | |
| οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· | |
| ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός γενόμενον ὑπὸ νόμον | |
| ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν | |
| Ὅτι δέ ἐστε υἱοί ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον Αββα ὁ πατήρ | |
| ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ' υἱός· εἰ δὲ υἱός καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ | |
| Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσιν θεοῖς· | |
| νῦν δὲ γνόντες θεόν μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε | |
| ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς | |
| φοβοῦμαι ὑμᾶς μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς | |
| Γίνεσθε ὡς ἐγώ ὅτι κἀγὼ ὡς ὑμεῖς ἀδελφοί δέομαι ὑμῶν οὐδέν με ἠδικήσατε· | |
| οἴδατε δὲ ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον | |
| καὶ τὸν πειρασμὸν μου τὸν ἐν τῇ σαρκί μοῦ οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε ἀλλ' ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν | |
| τίς οὖν ἧν ὁ μακαρισμὸς ὑμῶν μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι | |
| ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν | |
| ζηλοῦσιν ὑμᾶς οὐ καλῶς ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν ἵνα αὐτοὺς ζηλοῦτε· | |
| καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς | |
| τεκνία μου οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· | |
| ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου ὅτι ἀποροῦμαι ἐν ὑμῖν | |
| Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι τὸν νόμον οὐκ ἀκούετε | |
| γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας | |
| ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας | |
| ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἁγάρ | |
| τὸ γὰρ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς | |
| ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν· | |
| γέγραπται γάρ Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα | |
| ἡμεῖς δέ ἀδελφοί κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν | |
| ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα οὕτως καὶ νῦν | |
| ἀλλὰ τί λέγει ἡ γραφή Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας | |
| ἄρα, ἀδελφοί οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας |