| Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα | |
| καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ | |
| καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα ἐγεῖραι εἰς τὸ μέσον | |
| καὶ λέγει αὐτοῖς Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι οἱ δὲ ἐσιώπων | |
| καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ Ἔκτεινον τὴν χεῖρα σου καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη | |
| καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὲως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ' αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν | |
| Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῶ, καὶ ἀπὸ τῆς Ἰουδαίας | |
| καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολύ ἀκούσαντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν | |
| καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· | |
| πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας | |
| καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζεν λέγοντα, ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ | |
| καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν | |
| Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός καὶ ἀπῆλθον πρὸς αὐτόν | |
| καὶ ἐποίησεν δώδεκα ἵνα ὦσιν μετ' αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν | |
| καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια· | |
| καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον | |
| καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές ὅ ἐστιν Υἱοὶ Βροντῆς· | |
| καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον, καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην, | |
| καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν καὶ ἔρχονται εἴς οἶκον | |
| Καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν | |
| καὶ ἀκούσαντες οἱ παρ' αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη | |
| καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια | |
| καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν | |
| καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· | |
| καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη | |
| καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ' ἑαυτὸν καὶ μεμερίσται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει | |
| οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει | |
| Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· | |
| ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα ἀλλ' ἔνοχός ἐστιν αἰωνίου κρίσεως, | |
| ὅτι ἔλεγον Πνεῦμα ἀκάθαρτον ἔχει | |
| ἔρχονται οῦν οἱ ἀδελφοὶ Καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν φωνοῦντες αὐτόν | |
| καὶ ἐκάθητο ὄχλος περὶ αὐτὸν εἶπον δὲ αὐτῷ Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε | |
| καὶ ἀπεκριθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἡ οἱ ἀδελφοί μου | |
| καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου | |
| ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ οὗτος ἀδελφός μου καὶ ἀδελφὴ μου καὶ μήτηρ ἐστίν |