|
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς |
|
καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββί τίς ἥμαρτεν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ |
|
ἀπεκρίθη ὁ Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ |
|
ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι |
|
ὅταν ἐν τῷ κόσμῳ ὦ φῶς εἰμι τοῦ κόσμου |
|
ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, |
|
καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων |
|
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν |
|
ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν ἄλλοι δὲ, ὅτι ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι |
|
ἔλεγον οὖν αὐτῷ Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί |
|
ἀπεκρίθη ἐκεῖνος καὶ εἶπέν ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπεν, μοι Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα |
|
εἶπον οὖν αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος λέγει Οὐκ οἶδα |
|
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν |
|
ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς |
|
πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέν ἐπὶ τοὺς ὀφθαλμούς μου καὶ ἐνιψάμην καὶ βλέπω |
|
ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὗτος ὁ ἄνθρωπος Οὐκ ἔστιν παρὰ τοῦ θεοῦ ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς |
|
λέγουσιν τῷ τυφλῷ πάλιν σὺ Τί λέγεις περὶ αὐτοῦ ὅτι ἤνοιξεν σου τοὺς ὀφθαλμούς ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν |
|
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος |
|
καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη πῶς οὖν ἄρτι βλέπει |
|
ἀπεκρίθησαν αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· |
|
πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε αὐτὸς περὶ αὐτοῦ λαλήσει |
|
ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν ἀποσυνάγωγος γένηται |
|
διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον, ὅτι Ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε |
|
Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν |
|
ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν, Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω |
|
εἶπον δὲ αὐτῷ πάλιν, Τί ἐποίησέν σοι πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς |
|
ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι |
|
ἐλοιδόρησαν οὖν αὐτὸν καὶ εἶπον Σὺ εἶ μαθητὴς ἐκείνου ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί· |
|
ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν ὁ θεός τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν |
|
ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν καὶ ἀνέῳξεν μου τοὺς ὀφθαλμούς |
|
οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει |
|
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξεν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· |
|
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν |
|
ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω |
|
Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ |
|
ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν τίς ἐστιν κύριε ἵνα πιστεύσω εἰς αὐτόν |
|
εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν |
|
ὁ δὲ ἔφη Πιστεύω κύριε· καὶ προσεκύνησεν αὐτῷ |
|
καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται |
|
καὶ Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ' αὐτοῦ καὶ εἶπον αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν |
|
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν ἡ οὖν ἁμαρτία ὑμῶν μένει |