|
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν |
|
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν αἴρει αὐτό καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα πλείονα καρπὸν φέρῃ |
|
ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· |
|
μείνατε ἐν ἐμοί κἀγὼ ἐν ὑμῖν καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μείνητε |
|
ἐγώ εἰμι ἡ ἄμπελος ὑμεῖς τὰ κλήματα ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν |
|
ἐὰν μή τις μείνῃ ἐν ἐμοί ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη καὶ συνάγουσιν αὐτὰ καὶ εἰς πῦρ βάλλουσιν καὶ καίεται |
|
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ὃ ἐὰν θέλητε αἰτήσεσθε καὶ γενήσεται ὑμῖν |
|
ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί |
|
καθὼς ἠγάπησέν με ὁ πατήρ κἀγὼ ἠγάπησα· ὑμᾶς μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ |
|
ἐὰν τὰς ἐντολάς μου τηρήσητε μενεῖτε ἐν τῇ ἀγάπῃ μου καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ |
|
Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ᾖ χαρὰ ὑμῶν πληρωθῇ |
|
αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς |
|
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ |
|
ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν |
|
οὐκέτι ὑμᾶς λέγω δούλους ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν |
|
οὐχ ὑμεῖς με ἐξελέξασθε ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν |
|
ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους |
|
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν |
|
εἰ ἐκ τοῦ κόσμου ἦτε ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος |
|
μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν |
|
ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με |
|
εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν |
|
ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ |
|
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου |
|
ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν ὅτι Ἐμίσησάν με δωρεάν |
|
Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· |
|
καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε |