|
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν ὅπου ἦν Λάζαρος Ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν |
|
ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ καὶ ἡ Μάρθα διηκόνει ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ |
|
ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου |
|
λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης ὁ μέλλων αὐτὸν παραδιδόναι |
|
Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς |
|
εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ' ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχέν καὶ τὰ βαλλόμενα ἐβάσταζεν |
|
εἶπεν οὖν ὁ Ἰησοῦς Ἄφες αὐτήν εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετηρήκεν αὐτό· |
|
τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε |
|
Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν |
|
ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν |
|
ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν |
|
Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα |
|
ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ καὶ ἔκραζον, Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου ὁ βασιλεὺς τοῦ Ἰσραήλ |
|
εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό καθώς ἐστιν γεγραμμένον |
|
Μὴ φοβοῦ θύγατερ Σιών· ἰδού, ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου |
|
ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον ἀλλ' ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ |
|
ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν |
|
διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσεν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον |
|
οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν |
|
Ἦσαν δὲ τινες Ἕλληνές ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· |
|
οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες Κύριε θέλομεν τὸν Ἰησοῦν ἰδεῖν |
|
ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσιν τῷ Ἰησοῦ |
|
ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου |
|
ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ πολὺν καρπὸν φέρει |
|
ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν |
|
ἐὰν ἐμοί διακονῇ τις ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ |
|
Νῦν ἡ ψυχή μου τετάρακται καὶ τί εἴπω Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην |
|
πάτερ δόξασόν σου τὸ ὄνομα ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω |
|
ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι ἄλλοι ἔλεγον Ἄγγελος αὐτῷ λελάληκεν |
|
ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν Οὐ δι' ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν ἀλλὰ δι' ὑμᾶς |
|
νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· |
|
κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας ἑλκύσω πρὸς ἐμαυτόν |
|
τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν |
|
ἀπεκρίθη αὐτῷ ὁ ὄχλος Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου |
|
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ'' ὑμῶν ἐστιν περιπατεῖτε ἕως τὸ φῶς ἔχετε ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει |
|
ἕως τὸ φῶς ἔχετε πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν |
|
Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν |
|
ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη |
|
διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαΐας |
|
Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστραφῶσιν καὶ ἰάσωμαι αὐτούς |
|
ταῦτα εἶπεν Ἠσαΐας ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ |
|
ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· |
|
ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ |
|
Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ' εἰς τὸν πέμψαντά με |
|
καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με |
|
ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ |
|
καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ' ἵνα σώσω τὸν κόσμον |
|
ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ |
|
ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκεν τί εἴπω καὶ τί λαλήσω |
|
καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν ἃ οὖν λαλῶ ἐγὼ καθὼς εἴρηκέν μοι ὁ πατήρ οὕτως λαλῶ |