ΚΑΤΑ ΛΟΥΚΑΝ (От Луки): Глава 3

Предыдущая глава Следующая глава Содержание
Глава: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24
1.
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος, τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος
2.
ἐπ' ἀρχιερέων Ἅννα καὶ Καϊάφα ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ
3.
καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
4.
ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ·
5.
πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6.
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ
7.
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ Γεννήματα ἐχιδνῶν τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς
8.
ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
9.
ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται
10.
Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες Τί οὖν ποιήσομεν
11.
ἀποκριθεὶς δὲ λέγει αὐτοῖς Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω
12.
ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπον πρὸς αὐτόν Διδάσκαλε τί ποιήσομεν
13.
ὁ δὲ εἶπεν πρὸς αὐτούς Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε
14.
ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες καὶ ἡμεῖς Τί ποιήσομεν καὶ εἶπεν πρὸς αὐτούς Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν
15.
Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου μήποτε αὐτὸς εἴη ὁ Χριστός
16.
ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασιν λέγων, Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
17.
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθᾶριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συναξεῖ τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ
18.
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν
19.
ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ' αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης
20.
προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ
21.
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
22.
καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ' αὐτόν καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός ἐν σοὶ ἠυδόκησα
23.
Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος ὢν ὡς ἐνομίζετο υἱός Ἰωσὴφ τοῦ Ἠλὶ
24.
τοῦ Ματθὰτ, τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰαννὰ, τοῦ Ἰωσὴφ
25.
τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ
26.
τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεΐ, τοῦ Ἰωσὴφ, τοῦ Ἰουδὰ,
27.
τοῦ Ἰωὰννα τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ
28.
τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμωδὰμ, τοῦ Ἢρ
29.
τοῦ Ἰωσὴ, τοῦ Ἐλιέζερ τοῦ Ἰωρεὶμ, τοῦ Ματθὰτ, τοῦ Λευὶ
30.
τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰν, τοῦ Ἐλιακεὶμ,
31.
τοῦ Μελεὰ τοῦ Μαϊνάν τοῦ Ματταθὰ τοῦ Ναθὰν, τοῦ Δαβὶδ,
32.
τοῦ Ἰεσσαὶ τοῦ Ὠβήδ, τοῦ Βόοζ, τοῦ Σαλμών, τοῦ Ναασσὼν
33.
τοῦ Ἀμιναδὰβ τοῦ Ἀράμ, τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα
34.
τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
35.
τοῦ Σαρούχ, τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ
36.
τοῦ Καϊνάν, τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
37.
τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰαρέδ, τοῦ Μαλελεὴλ τοῦ Καϊνὰν,
38.
τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ