|
Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ |
|
καὶ διεγόγγυζον οἵ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς |
|
εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων |
|
Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν οὐ καταλείπει τὰ ἐννενήκονταεννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό |
|
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους ἑαυτοῦ χαίρων |
|
καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, Συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός |
|
λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐννενήκονταεννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας |
|
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ |
|
καὶ εὑροῦσα συγκαλεῖται τὰς φίλας καὶ τὰς γείτονας λέγουσα Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα |
|
οὕτως λέγω ὑμῖν χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι |
|
Εἶπεν δέ Ἄνθρωπός τις εἶχεν δύο υἱούς |
|
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί Πάτερ δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας καὶ διεῖλεν αὐτοῖς τὸν βίον |
|
καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως |
|
δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι |
|
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους |
|
καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι καὶ οὐδεὶς ἐδίδου αὐτῷ |
|
εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπεν Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι |
|
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου |
|
καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου |
|
καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν |
|
εἶπεν δὲ αὐτῷ ὁ υἱὸς Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου |
|
εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας |
|
καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτόν θύσατε καὶ φαγόντες εὐφρανθῶμεν |
|
ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη καὶ ἤρξαντο εὐφραίνεσθαι |
|
Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν |
|
καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων αὐτοῦ ἐπυνθάνετο τί εἴη ταῦτα |
|
ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν |
|
ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν |
|
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· |
|
ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτὸν |
|
ὁ δὲ εἶπεν αὐτῷ Τέκνον σὺ πάντοτε μετ' ἐμοῦ εἶ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· |
|
εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη |