|
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὥστε καταπατεῖν ἀλλήλους ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις |
|
οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται |
|
ἀνθ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων |
|
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι |
|
ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γέενναν ναί λέγω ὑμῖν τοῦτον φοβήθητε |
|
οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ |
|
ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε |
|
Λέγω δὲ ὑμῖν πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· |
|
ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ |
|
καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται |
|
ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· |
|
τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν |
|
Εἶπεν δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου Διδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ' ἐμοῦ τὴν κληρονομίαν |
|
ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπε τίς με κατέστησεν δικαστὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς |
|
εἶπεν δὲ πρὸς αὐτούς Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ |
|
Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα |
|
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου |
|
καὶ εἶπεν Τοῦτο ποιήσω καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου |
|
καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχή ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου φάγε πίε εὐφραίνου |
|
εἶπεν δὲ αὐτῷ ὁ θεός Ἄφρων ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται |
|
οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν |
|
Εἶπεν δὲ πρὸς τοὺς μαθητάς αὐτοῦ Διὰ τοῦτο ὑμῖν· λέγω μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε |
|
ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος |
|
κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν |
|
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα |
|
εἰ οὖν οὐτὲ ἐλάχιστον δύνασθε τί περὶ τῶν λοιπῶν μεριμνᾶτε |
|
κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων |
|
εἰ δὲ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι |
|
καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε καὶ μὴ μετεωρίζεσθε· |
|
ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων |
|
πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν |
|
Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν |
|
Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· |
|
ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται |
|
Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· |
|
καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσει ἐκ τῶν γάμων ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ |
|
μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς |
|
καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ, ἔλθῃ καὶ εὕρῃ οὕτως μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι |
|
τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἂν καὶ οὐκ ἄν, ἀφῆκεν διορυγῆναι τὸν οἶκον αὐτοῦ |
|
καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται |
|
Εἶπεν δὲ αὐτῷ ὁ Πέτρος Κύριε πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας |
|
εἶπεν δὲ ὁ κύριος Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον |
|
μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως |
|
ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν |
|
ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει ὁ κύριός μου ἔρχεσθαι καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι |
|
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει |
|
ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· |
|
ὁ δὲ μὴ γνούς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας παντὶ δὲ ᾧ ἐδόθη πολύ πολὺ ζητηθήσεται παρ' αὐτοῦ καὶ ᾧ παρέθεντο πολύ περισσότερον αἰτήσουσιν αὐτόν |
|
Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν καὶ τί θέλω εἰ ἤδη ἀνήφθη |
|
βάπτισμα δὲ ἔχω βαπτισθῆναι καὶ πῶς συνέχομαι ἕως οὖ τελεσθῇ |
|
δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ οὐχί λέγω ὑμῖν ἀλλ' ἢ διαμερισμόν |
|
ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν |
|
διαμερισθήσεται πατὴρ ἐφ' υἱῷ καὶ υἱὸς ἐπὶ πατρί μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί· πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν αὐτῆς, |
|
Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν εὐθέως λέγετε Ὄμβρος ἔρχεται καὶ γίνεται οὕτως· |
|
καὶ ὅταν νότον πνέοντα λέγετε ὅτι Καύσων ἔσται καὶ γίνεται |
|
ὑποκριταί τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε |
|
Τί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον |
|
ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχοντα ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτοῦ μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι καὶ ὁ πράκτωρ σε βάλλῃ εἰς φυλακήν |
|
λέγω σοι οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὐ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς |