| παῦλος δέσμιος χριστοῦ ἰησοῦ καὶ τιμόθεος ὁ ἀδελφὸς φιλήμονι τῶ ἀγαπητῶ καὶ συνεργῶ ἡμῶν | |
| καὶ ἀπφίᾳ τῇ ἀδελφῇ καὶ ἀρχίππῳ τῶ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· | |
| χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ. | |
| εὐχαριστῶ τῶ θεῶ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, | |
| ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, | |
| ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς χριστόν· | |
| χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. | |
| διό, πολλὴν ἐν χριστῶ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, | |
| διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος χριστοῦ ἰησοῦ _ | |
| παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς ὀνήσιμον, | |
| τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ [καὶ] σοὶ καὶ ἐμοὶ εὔχρηστον, | |
| ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα· | |
| ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, | |
| χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. | |
| τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, | |
| οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. | |
| εἰ οὗν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. | |
| εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα· | |
| ἐγὼ παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. | |
| ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν χριστῶ. | |
| πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις. | |
| ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. | |
| ἀσπάζεταί σε ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῶ ἰησοῦ, | |
| μᾶρκος, ἀρίσταρχος, δημᾶς, λουκᾶς, οἱ συνεργοί μου. | |
| ἡ χάρις τοῦ κυρίου ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. |