|
φῆστος οὗν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς ἱεροσόλυμα ἀπὸ καισαρείας, |
|
ἐνεφάνισάν τε αὐτῶ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν ἰουδαίων κατὰ τοῦ παύλου, καὶ παρεκάλουν αὐτὸν |
|
αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. |
|
ὁ μὲν οὗν φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν παῦλον εἰς καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· |
|
οἱ οὗν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῶ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ. |
|
διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν παῦλον ἀχθῆναι. |
|
παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ ἱεροσολύμων καταβεβηκότες ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, |
|
τοῦ παύλου ἀπολογουμένου ὅτι οὔτε εἰς τὸν νόμον τῶν ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς καίσαρά τι ἥμαρτον. |
|
ὁ φῆστος δὲ θέλων τοῖς ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῶ παύλῳ εἶπεν, θέλεις εἰς ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ᾽ ἐμοῦ; |
|
εἶπεν δὲ ὁ παῦλος, ἐπὶ τοῦ βήματος καίσαρός ἑστώς εἰμι, οὖ με δεῖ κρίνεσθαι. ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. |
|
εἰ μὲν οὗν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὖτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· καίσαρα ἐπικαλοῦμαι. |
|
τότε ὁ φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, καίσαρα ἐπικέκλησαι, ἐπὶ καίσαρα πορεύσῃ. |
|
ἡμερῶν δὲ διαγενομένων τινῶν ἀγρίππας ὁ βασιλεὺς καὶ βερνίκη κατήντησαν εἰς καισάρειαν ἀσπασάμενοι τὸν φῆστον. |
|
ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ φῆστος τῶ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν παῦλον λέγων, ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ φήλικος δέσμιος, |
|
περὶ οὖ γενομένου μου εἰς ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ καταδίκην· |
|
πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. |
|
συνελθόντων οὗν [αὐτῶν] ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· |
|
περὶ οὖ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν, |
|
ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ παῦλος ζῆν. |
|
ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. |
|
τοῦ δὲ παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὖ ἀναπέμψω αὐτὸν πρὸς καίσαρα. |
|
ἀγρίππας δὲ πρὸς τὸν φῆστον, ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ. |
|
τῇ οὗν ἐπαύριον ἐλθόντος τοῦ ἀγρίππα καὶ τῆς βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾽ ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ φήστου ἤχθη ὁ παῦλος. |
|
καί φησιν ὁ φῆστος, ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὖ ἅπαν τὸ πλῆθος τῶν ἰουδαίων ἐνέτυχόν μοι ἔν τε ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι. |
|
ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν σεβαστὸν ἔκρινα πέμπειν. |
|
περὶ οὖ ἀσφαλές τι γράψαι τῶ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω· |
|
ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι. |