| μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς μακεδονίαν. | |
| διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῶ ἦλθεν εἰς τὴν ἑλλάδα, | |
| ποιήσας τε μῆνας τρεῖς γενομένης ἐπιβουλῆς αὐτῶ ὑπὸ τῶν ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν συρίαν ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ μακεδονίας. | |
| συνείπετο δὲ αὐτῶ σώπατρος πύρρου βεροιαῖος, θεσσαλονικέων δὲ ἀρίσταρχος καὶ σεκοῦνδος, καὶ γάϊος δερβαῖος καὶ τιμόθεος, ἀσιανοὶ δὲ τυχικὸς καὶ τρόφιμος. | |
| οὖτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν τρῳάδι· | |
| ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά. | |
| ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. | |
| ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῶ ὑπερῴῳ οὖ ἦμεν συνηγμένοι· | |
| καθεζόμενος δέ τις νεανίας ὀνόματι εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. | |
| καταβὰς δὲ ὁ παῦλος ἐπέπεσεν αὐτῶ καὶ συμπεριλαβὼν εἶπεν, μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῶ ἐστιν. | |
| ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς οὕτως ἐξῆλθεν. | |
| ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. | |
| ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν παῦλον, οὕτως γὰρ διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν. | |
| ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς μιτυλήνην, | |
| κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς μίλητον· | |
| κεκρίκει γὰρ ὁ παῦλος παραπλεῦσαι τὴν ἔφεσον, ὅπως μὴ γένηται αὐτῶ χρονοτριβῆσαι ἐν τῇ ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν εἴη αὐτῶ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς ἱεροσόλυμα. | |
| ἀπὸ δὲ τῆς μιλήτου πέμψας εἰς ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. | |
| ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν ἀσίαν πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, | |
| δουλεύων τῶ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν ἰουδαίων· | |
| ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, | |
| διαμαρτυρόμενος ἰουδαίοις τε καὶ ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν ἰησοῦν. | |
| καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῶ πνεύματι πορεύομαι εἰς ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς, | |
| πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. | |
| ἀλλ᾽ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῶ ὡς τελειῶσαι τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. | |
| καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν· | |
| διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων, | |
| οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν. | |
| προσέχετε ἑαυτοῖς καὶ παντὶ τῶ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. | |
| ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, | |
| καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. | |
| διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. | |
| καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῶ θεῶ καὶ τῶ λόγῳ τῆς χάριτος αὐτοῦ τῶ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. | |
| ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· | |
| αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὗσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται. | |
| πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου ἰησοῦ ὅτι αὐτὸς εἶπεν, μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. | |
| καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. | |
| ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ παύλου κατεφίλουν αὐτόν, | |
| ὀδυνώμενοι μάλιστα ἐπὶ τῶ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. |