|
καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν κανὰ τῆς γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ ἰησοῦ ἐκεῖ· |
|
ἐκλήθη δὲ καὶ ὁ ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. |
|
καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ ἰησοῦ πρὸς αὐτόν, οἶνον οὐκ ἔχουσιν. |
|
[καὶ] λέγει αὐτῇ ὁ ἰησοῦς, τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. |
|
λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε. |
|
ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. |
|
λέγει αὐτοῖς ὁ ἰησοῦς, γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. |
|
καὶ λέγει αὐτοῖς, ἀντλήσατε νῦν καὶ φέρετε τῶ ἀρχιτρικλίνῳ· οἱ δὲ ἤνεγκαν. |
|
ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος |
|
καὶ λέγει αὐτῶ, πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. |
|
ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ ἰησοῦς ἐν κανὰ τῆς γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. |
|
μετὰ τοῦτο κατέβη εἰς καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ [αὐτοῦ] καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. |
|
καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν ἰουδαίων, καὶ ἀνέβη εἰς ἱεροσόλυμα ὁ ἰησοῦς. |
|
καὶ εὖρεν ἐν τῶ ἱερῶ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, |
|
καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν, |
|
καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. |
|
ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. |
|
ἀπεκρίθησαν οὗν οἱ ἰουδαῖοι καὶ εἶπαν αὐτῶ, τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; |
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. |
|
εἶπαν οὗν οἱ ἰουδαῖοι, τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὖτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; |
|
ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. |
|
ὅτε οὗν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῶ λόγῳ ὃν εἶπεν ὁ ἰησοῦς. |
|
ὡς δὲ ἦν ἐν τοῖς ἱεροσολύμοις ἐν τῶ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· |
|
αὐτὸς δὲ ἰησοῦς οὐκ ἐπίστευεν αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας, |
|
καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῶ ἀνθρώπῳ. |