|
τότε οὗν ἔλαβεν ὁ πιλᾶτος τὸν ἰησοῦν καὶ ἐμαστίγωσεν. |
|
καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, |
|
καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, χαῖρε, ὁ βασιλεὺς τῶν ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῶ ῥαπίσματα. |
|
καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ πιλᾶτος καὶ λέγει αὐτοῖς, ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῶ. |
|
ἐξῆλθεν οὗν ὁ ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, ἰδοὺ ὁ ἄνθρωπος. |
|
ὅτε οὗν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ πιλᾶτος, λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῶ αἰτίαν. |
|
ἀπεκρίθησαν αὐτῶ οἱ ἰουδαῖοι, ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. |
|
ὅτε οὗν ἤκουσεν ὁ πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, |
|
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῶ ἰησοῦ, πόθεν εἶ σύ; ὁ δὲ ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῶ. |
|
λέγει οὗν αὐτῶ ὁ πιλᾶτος, ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; |
|
ἀπεκρίθη [αὐτῶ] ἰησοῦς, οὐκ εἶχες ἐξουσίαν κατ᾽ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. |
|
ἐκ τούτου ὁ πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ ἰουδαῖοι ἐκραύγασαν λέγοντες, ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῶ καίσαρι. |
|
ὁ οὗν πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, ἑβραϊστὶ δὲ γαββαθα. |
|
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς ἰουδαίοις, ἴδε ὁ βασιλεὺς ὑμῶν. |
|
ἐκραύγασαν οὗν ἐκεῖνοι, ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ πιλᾶτος, τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, οὐκ ἔχομεν βασιλέα εἰ μὴ καίσαρα. |
|
τότε οὗν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. παρέλαβον οὗν τὸν ἰησοῦν· |
|
καὶ βαστάζων ἑαυτῶ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃ λέγεται ἑβραϊστὶ γολγοθα, |
|
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ἰησοῦν. |
|
ἔγραψεν δὲ καὶ τίτλον ὁ πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, ἰησοῦς ὁ ναζωραῖος ὁ βασιλεὺς τῶν ἰουδαίων. |
|
τοῦτον οὗν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ ἰησοῦς· καὶ ἦν γεγραμμένον ἑβραϊστί, ῥωμαϊστί, ἑλληνιστί. |
|
ἔλεγον οὗν τῶ πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ἰουδαίων, μὴ γράφε, ὁ βασιλεὺς τῶν ἰουδαίων, ἀλλ᾽ ὅτι ἐκεῖνος εἶπεν, βασιλεύς εἰμι τῶν ἰουδαίων. |
|
ἀπεκρίθη ὁ πιλᾶτος, ὃ γέγραφα, γέγραφα. |
|
οἱ οὗν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. |
|
εἶπαν οὗν πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [ἡ λέγουσα], διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. οἱ μὲν οὗν στρατιῶται ταῦτα ἐποίησαν. |
|
εἱστήκεισαν δὲ παρὰ τῶ σταυρῶ τοῦ ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, μαρία ἡ τοῦ κλωπᾶ καὶ μαρία ἡ μαγδαληνή. |
|
ἰησοῦς οὗν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, γύναι, ἴδε ὁ υἱός σου. |
|
εἶτα λέγει τῶ μαθητῇ, ἴδε ἡ μήτηρ σου. καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. |
|
μετὰ τοῦτο εἰδὼς ὁ ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, διψῶ. |
|
σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὗν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῶ στόματι. |
|
ὅτε οὗν ἔλαβεν τὸ ὄξος [ὁ] ἰησοῦς εἶπεν, τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα. |
|
οἱ οὗν ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῶ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. |
|
ἦλθον οὗν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῶ· |
|
ἐπὶ δὲ τὸν ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, |
|
ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. |
|
καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύ[ς]ητε. |
|
ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. |
|
καὶ πάλιν ἑτέρα γραφὴ λέγει, ὄψονται εἰς ὃν ἐξεκέντησαν. |
|
μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν πιλᾶτον ἰωσὴφ [ὁ] ἀπὸ ἁριμαθαίας, ὢν μαθητὴς τοῦ ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ πιλᾶτος. ἦλθεν οὗν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. |
|
ἦλθεν δὲ καὶ νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. |
|
ἔλαβον οὗν τὸ σῶμα τοῦ ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς ἰουδαίοις ἐνταφιάζειν. |
|
ἦν δὲ ἐν τῶ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῶ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· |
|
ἐκεῖ οὗν διὰ τὴν παρασκευὴν τῶν ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ἰησοῦν. |