|
Ἐν ἐκείναις ταῖς ἡμέραις παμπολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς |
|
Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· |
|
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν ἐκλυθήσονται ἐν τῇ ὁδῷ· τινες γὰρ αὐτῶν μακρόθεν ἥκασιν |
|
καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ' ἐρημίας |
|
καὶ ἐπηρώτα αὐτούς Πόσους ἔχετε ἄρτους οἱ δὲ εἶπον, Ἑπτά |
|
καὶ παρήγγειλεν τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ |
|
καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπεν παραθεῖναι καὶ αὐτὰ |
|
ἔφαγον δὲ, καὶ ἐχορτάσθησαν καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας |
|
ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι καὶ ἀπέλυσεν αὐτούς |
|
Καὶ εὐθὲως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά |
|
Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ ζητοῦντες παρ' αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ πειράζοντες αὐτόν |
|
καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ ἀμὴν λέγω ὑμῖν εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον |
|
καὶ ἀφεὶς αὐτοὺς ἐμβὰς πάλιν εἰς τὸ πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν |
|
Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ' ἑαυτῶν ἐν τῷ πλοίῳ |
|
καὶ διεστέλλετο αὐτοῖς λέγων, Ὁρᾶτε βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου |
|
καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, ὅτι Ἄρτους οὐκ ἔχομεν |
|
καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοεῖτε οὐδὲ συνίετε ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν |
|
ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε καὶ οὐ μνημονεύετε |
|
ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε λέγουσιν αὐτῷ Δώδεκα |
|
Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε Οἱ δὲ εἶπον, Ἑπτά |
|
καὶ ἔλεγεν αὐτοῖς Πῶς οὐ συνίετε |
|
Καὶ ἔρχεταί εἰς Βηθσαϊδάν καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται |
|
καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν Εἴ τι βλέπει |
|
καὶ ἀναβλέψας ἔλεγεν Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας |
|
εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν αναβλέψαι καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν τηλαυγῶς ἅπαντας |
|
καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς Μηδὲ εἴπης τινὶ ἐν τῇ κώμῃ |
|
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι |
|
οἱ δὲ ἀπεκρίθησαν, Ἰωάννην τὸν βαπτιστήν καὶ ἄλλοι Ἠλίαν ἄλλοι δὲ ἕνα τῶν προφητῶν |
|
καὶ αὐτὸς λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ Σὺ εἶ ὁ Χριστός |
|
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ |
|
Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· |
|
καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ |
|
ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν τῷ Πέτρῳ λέγων, Ὕπαγε ὀπίσω μου σατανᾶ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων |
|
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι |
|
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου οὐτὸς σώσει αὐτήν |
|
τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῃ τὴν ψυχὴν αὐτοῦ |
|
ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ |
|
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων |