|
Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων |
|
καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσίν τοῦτ' ἔστιν ἀνίπτοις ἐσθίοντας ἄρτους ἐμέμψαντο |
|
οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων |
|
καὶ ἀπό ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν |
|
ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς Διὰτι οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσιν τὸν ἄρτον |
|
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν ὡς γέγραπται Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ· |
|
μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων |
|
ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἀλλὰ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε |
|
Καὶ ἔλεγεν αὐτοῖς Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε |
|
Μωσῆς γὰρ εἶπεν Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου καί Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω |
|
ὑμεῖς δὲ λέγετε Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί Κορβᾶν ὅ ἐστιν Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς |
|
καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρί αὐτοῦ, |
|
ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε |
|
Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον ἔλεγεν αὐτοῖς Ἀκούετέ μου πάντες καὶ συνίετε |
|
οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται αὐτόν κοινῶσαι ἀλλὰ τὰ ἐκπορευόμενά ἀπ' αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον |
|
Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω |
|
Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τὴς παραβολής |
|
καὶ λέγει αὐτοῖς Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι |
|
ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλ' εἰς τὴν κοιλίαν καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται καθαρίζον πάντα τὰ βρώματα |
|
ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον |
|
ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται μοιχεῖαι, πορνεῖαι φόνοι |
|
κλοπαί πλεονεξίαι πονηρίαι δόλος ἀσέλγεια ὀφθαλμὸς πονηρός βλασφημία ὑπερηφανία ἀφροσύνη· |
|
πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον |
|
καὶ Ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἤθελεν γνῶναι καὶ οὐκ ἠδυνήθη λαθεῖν· |
|
ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ ἡς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· |
|
ἦν δὲ ἡ γυνὴ Ἑλληνίς Συροφοινίσσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς |
|
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα οὐ γάρ καλὸν ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις |
|
ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ Ναὶ, Κύριε καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων |
|
καὶ εἶπεν αὐτῇ Διὰ τοῦτον τὸν λόγον ὕπαγε ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου |
|
καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατερα βεβλημένην ἐπὶ τὴς κλίνης |
|
Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου Καὶ Σιδῶνος ἦλθεν πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως |
|
καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα |
|
καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ' ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ |
|
καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν καὶ λέγει αὐτῷ Εφφαθα ὅ ἐστιν Διανοίχθητι |
|
καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει ὀρθῶς |
|
καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο μᾶλλον περισσότερον ἐκήρυσσον |
|
καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες Καλῶς πάντα πεποίηκεν καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν |