|
ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. |
|
ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ χριστοῦ. |
|
εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν· |
|
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· |
|
ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. |
|
κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῶ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. |
|
μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· |
|
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. |
|
τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν, καιρῶ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. |
|
ἄρα οὗν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. |
|
ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. |
|
ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὖτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῶ σταυρῶ τοῦ χριστοῦ μὴ διώκωνται· |
|
οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. |
|
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῶ σταυρῶ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ, δι᾽ οὖ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ. |
|
οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. |
|
καὶ ὅσοι τῶ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ἰσραὴλ τοῦ θεοῦ. |
|
τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ ἰησοῦ ἐν τῶ σώματί μου βαστάζω. |
|
ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. |