|
Οὗτος γὰρ ὁ Μελχισέδεκ βασιλεὺς Σαλήμ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν |
|
ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ ὅ ἐστιν βασιλεὺς εἰρήνης |
|
ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές |
|
Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης |
|
καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον τοῦτ' ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· |
|
ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν τὸν Ἀβραάμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν |
|
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται |
|
καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ |
|
καὶ ὡς ἔπος εἰπεῖν διὰ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· |
|
ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισέδεκ |
|
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι |
|
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται |
|
ἐφ' ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν ἀφ' ἡς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· |
|
πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσυνής Μωσῆς ἐλάλησεν |
|
καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος |
|
ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίκης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου |
|
μαρτυρεῖ γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ |
|
ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές |
|
οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι' ἡς ἐγγίζομεν τῷ θεῷ |
|
Καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας· |
|
οἵ μέν γάρ χωρίς ὁρκωμοσίας εἰσιν ἱερεῖς γεγονότες ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ |
|
κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς |
|
καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· |
|
ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· |
|
ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ θεῷ πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν |
|
Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς ὅσιος ἄκακος ἀμίαντος κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος |
|
ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας |
|
ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον |