|
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ |
|
πρεσβύτας νηφαλίους εἶναι σεμνούς σώφρονας ὑγιαίνοντας τῇ πίστει τῇ ἀγάπῃ τῇ ὑπομονῇ· |
|
πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας καλοδιδασκάλους |
|
ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι φιλοτέκνους |
|
σώφρονας ἁγνάς οἰκουρούς ἀγαθάς ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται |
|
τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν |
|
περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀδιἀφθορίαν, σεμνότητα ἀφθαρσιαν, |
|
λόγον ὑγιῆ ἀκατάγνωστον ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ὑμῶν λέγειν φαῦλον |
|
δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν εὐαρέστους εἶναι μὴ ἀντιλέγοντας |
|
μὴ νοσφιζομένους ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ὑμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν |
|
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις |
|
παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι |
|
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ |
|
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων |
|
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω |