|
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ τὰ ἄνω ζητεῖτε οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· |
|
τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς |
|
ἀπεθάνετε γάρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· |
|
ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ |
|
Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία, |
|
δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας |
|
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὔτοις |
|
νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· |
|
μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ |
|
καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν |
|
ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος Σκύθης δοῦλος ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός |
|
Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ταπεινοφροσύνην πρᾳότητα, μακροθυμίαν |
|
ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· |
|
ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην ἥτις ἐστιν σύνδεσμος τῆς τελειότητος |
|
καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε |
|
ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ |
|
καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ δι' αὐτοῦ |
|
Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν ὡς ἀνῆκεν ἐν κυρίῳ |
|
Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς |
|
Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα τοῦτο γὰρ ἐστιν εὐάρεστόν τῷ κυρίῳ |
|
Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυμῶσιν |
|
Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι ἀλλ' ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν Θεόν· |
|
καὶ πᾶν ὃ τι ἐὰν ποιῆτε ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις |
|
εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας τῷ γὰρ κυρίῳ Χριστῷ δουλεύετε· |
|
ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωποληψία |