|
Τὸ λοιπόν ἀδελφοί μου χαίρετε ἐν κυρίῳ τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμῖν δὲ ἀσφαλές |
|
Βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν |
|
ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή οἱ πνεύματι Θεῷ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες |
|
καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μᾶλλον· |
|
περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν Ἑβραῖος ἐξ Ἑβραίων κατὰ νόμον Φαρισαῖος |
|
κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος |
|
ἀλλ' ἅτινα ἦν μοι κέρδη ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν |
|
ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι' ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω |
|
καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει |
|
τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ |
|
εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν |
|
Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ |
|
ἀδελφοί ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δέ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος |
|
κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ |
|
Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· |
|
πλὴν εἰς ὃ ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ ἀυτο φρονεῖν |
|
Συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς |
|
πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ |
|
ὧν τὸ τέλος ἀπώλεια ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες |
|
ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν |
|
ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαὐτῷ τὰ πάντα |