|
τῇ ἐλευθερίᾳ οὖν ᾖ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στήκετε καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε |
|
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει |
|
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι |
|
κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε |
|
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα |
|
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη |
|
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἀνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι |
|
ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς |
|
μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ |
|
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἂν ᾖ |
|
ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ |
|
ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς |
|
Ὑμεῖς γὰρ ἐπ' ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις |
|
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς εαυτόν |
|
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπό ἀλλήλων ἀναλωθῆτε |
|
Λέγω δέ πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε |
|
ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός ταῦτα δὲ ἀντίκειται ἀλλήλοις ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε |
|
εἰ δὲ πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον |
|
φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν μοιχεία, πορνεία ἀκαθαρσία ἀσέλγεια |
|
εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις, ζῆλοι, θυμοί ἐριθείαι διχοστασίαι αἱρέσεις |
|
φθόνοι φόνοι, μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν |
|
Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις |
|
πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος |
|
οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις |
|
εἰ ζῶμεν πνεύματι πνεύματι καὶ στοιχῶμεν |
|
μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες |